Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.275 Joseph. AJ 10.280 (English) >>Joseph. AJ 11.1

10.278οἳ τήν τε πρόνοιαν ἐκβάλλουσι τοῦ βίου καὶ θεὸν οὐκ ἀξιοῦσιν ἐπιτροπεύειν τῶν πραγμάτων, οὐδʼ ὑπὸ τῆς μακαρίας καὶ ἀφθάρτου πρὸς διαμονὴν τῶν ὅλων οὐσίας κυβερνᾶσθαι τὰ σύμπαντα, ἄμοιρον δὲ ἡνιόχου καὶ ἀφρόντιστον τὸν κόσμον αὐτομάτως φέρεσθαι λέγουσιν. 10.279ὃς εἰ τοῦτον ἀπροστάτητος ἦν τὸν τρόπον, καθάπερ καὶ τὰς ναῦς ἐρήμους κυβερνητῶν καταδυομένας ὁρῶμεν ὑπὸ πνευμάτων καὶ τὰ ἅρματα περιτρεπόμενα μὴ ἔχοντα τοὺς ἡνιοχοῦντας, συντριβεὶς ἂν ὑπὸ τῆς ἀπρονοήτου συμφορᾶς ἀπωλώλει καὶ διεφθείρετο. 10.280τοῖς οὖν προειρημένοις ὑπὸ Δανιήλου δοκοῦσί μοι σφόδρα τῆς ἀληθοῦς δόξης διαμαρτάνειν οἱ τῷ θεῷ μηδεμίαν εἶναι περὶ τῶν ἀνθρωπίνων ἀποφαινόμενοι πρόνοιαν· οὐ γὰρ ἂν κατὰ τὴν ἐκείνου προφητείαν, εἰ συνέβαινεν αὐτοματισμῷ τινι τὸν κόσμον διάγειν, πάντα ἑωρῶμεν ἀποβαίνοντα. 10.281ἐγὼ μὲν περὶ τούτων ὡς εὗρον καὶ ἀνέγνων οὕτως ἔγραψα· εἰ δέ τις ἄλλως δοξάζειν βουλήσεται περὶ αὐτῶν, ἀνέγκλητον ἐχέτω τὴν ἑτερογνωμοσύνην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.275 Joseph. AJ 10.280 (English) >>Joseph. AJ 11.1

Powered by PhiloLogic